previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διόδωρος δ᾽ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ 11, 25' 'κατασκευάσαι ΓΕΛΩΝΙ κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ#, βάθος δὲ πηχῶν κ#, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι: καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δ# τῶν περὶ Ἀγαθοκλέα FHG II 479' 'καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας Κέρας, τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δ᾽ Καλλατιανὸς ἐν τρίτῳ Σικελικῶν FHG III 101' 'περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὃν καλεῖσθαι Μῦθον, ἐν χρηματίζειν ΙΕΡΩΝΑ τὸν βασιλέα. δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν FHG II 382'.' Ποσειδώνιος δ᾽ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν FHG III 257' 'περὶ ΔΑΜΟΦΙΛΟΥ λέγων τοῦ Σικελιώτου, δι᾽ ὃν δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα: ‘τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: