ἅδ᾽ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαιΒάτων δ᾽ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί ῾IV 499 M':'
Ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν
ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
ἄνθρωπ᾽ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ:
τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ.
ἔπειθ᾽ ἕωθεν περιάγεις τὴν λήκυθον
καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον. —