previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει II 90 K' 'τόνδε τὸν τρόπον:
μακάριόν ἐστιν τραγῳδία
ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
πρὶν καί τιν᾽ εἰπεῖν: ὥσθ᾽ ὑπομνῆσαι μόνον
δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ φῶ ......
τὰ δ᾽ ἄλλα πάντ᾽ ἴσασιν: πατὴρ Λάιος,
μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
τί πείσεθ᾽ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
πάντ᾽ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
τὴν μητέρ᾽, ἀγανακτῶν δ᾽ Ἄδραστος εὐθέως
ἥξει πάλιν τ᾽ ἄπεισι ..............
ἔπειθ᾽ ὅταν μηθὲν δύνωντ᾽ εἰπεῖν ἔτι,
κομιδῇ δ᾽ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
ἡμῖν δὲ ταῦτ᾽ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
εὑρεῖν, ὀνόματα καινά, ............
............ κἄπειτα τὰ διῳκημένα
πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
Χρέμης τις Φείδων τις, ἐκσυρίττεται:
Πηλεῖ δὲ ταῦτ᾽ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
Δίφιλος δ᾽ ἐν Ἐλαιωνηφρουροῦσι II 549 K':'
τόνδ᾽ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον,
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: