ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,πρῶτος δ᾽ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος ῾P 575':'
οὐ κατανοῶ τὰ τρίγλυφ᾽ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
γέγηθα καὶ χαίρω τε καὶ πτερύσσομαι:
ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ᾽ οὐδ᾽ αἷμ᾽ ἔχει.
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος,τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα: φησὶν δ᾽ ὁ Σκήψιος Δημήτριος ῾fr. 74 Gaede',' ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ᾽ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.
ἀφνειός τ᾽ ἀγαθός τε: μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.