previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα εἰπὼν Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ᾽ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν <δέ> Pind. Ol. 7, 1':'
φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν <δρόσῳ>
δωρήσεται,
οὐ μόνοννεανίᾳ γαμβρῷ προπίνων᾽, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν [ἐν κύκλῳ] κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτ᾽ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας fr. 397 K':'
οὐδεμίαν γραῦς ὅλως
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
καὶ πάλιν ἐκ Θεοφορουμένης fr. 224':'
καὶ ταχὺ [πάλι] τὸ πρῶτον περισόβει ποτήριον
αὐτοῖς ἀκράτου.
καὶ Εὐριπίδης δ᾽ ἐν Κρήσσαις fr. 468 N':'
τὰ δ᾽ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντοςκρατηρίζωμεν, ἄνδρες φίλοι ... οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις FHG II 41' '‘ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο.' καὶ τοὺς μίμους δὲ πεποιηκώς, οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι FHG II 480' 'τὸν σοφὸν Πλάτωνα, λέγει που Sophr. fr. 124 Bo' '‘κἠκρατηρίχημεσ᾽ ἀντὶ τοῦ ἐπεπώκειμεν.' ‘ἀλλὰ μήν, πρὸς θεῶν᾽, Ποντιανὸς ἔφη, ‘οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν c. 2, 24':' ‘ δ᾽ αὖ Σωκράτης εἶπεν: ἀλλὰ πίνειν μέν, ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἀνθρώπους κοιμίζει, τὰς δὲ <φιλοφροσύνας ὥσπερ ἔλαιον> φλόγας ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνθρώπων σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπνεῖσθαι: ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ᾽ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα: ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρὰ ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: