previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλέαρχος δ᾽ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί: ‘διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον fr. 11 R' 'ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν: ἅμα δ᾽ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς. διὸ λέγεταιἴδε πῦρ ἀφύη." Χρύσιππος δ᾽ φιλόσοφος ἐν τῷ περὶ τῶν δι᾽ αὑτὰ αἱρετῶντὴν ἀφύην, φησί, [τὴν] ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ᾽ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν ἀχρειοτέρους ὄντας, ὅτι τῶν παρ᾽ ἡμῖν πολὺ ἐλάττους εἰσίν: ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε.' ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις I 228 K' '[τὸ ἐνικόν]:
νῦν δ᾽ οὐδ᾽ ἀφύην κινεῖν δοκεῖς.
Καλλίας Κύκλωψιν I 695 K':'
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι I 668 K':'
ὥστ᾽ οὔτ᾽ ἀφύη νῦν ἔστιν ἁπλῶς.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς I 522 K':'
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ᾽ ἀφύδια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: