previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ Φαρμακοπώλῃ: τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι p. 107b',' πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ II 475 K':'
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς, Β. λέγ᾽ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς.
Ἀναξίλας Μαγείροις II 269 K':'
τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
ἰχθύδι᾽ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια;
συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
ἀκροκώλι᾽ ἕψειν ... ῥύγχη, πόδας.
Ἀναξίλας δ᾽ ἐν Κίρκῃ ib. 267':'
δεινὸν μὲν γὰρ ἔχονθ᾽ ὑὸς
ῥύγχος, φίλε Κινησία.
καὶ ἐν Καλυψοῖ ib. 266':'
ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.
ὠτάρια δ᾽ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ ib. 155'.' Ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν ib. 415':'
ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴνῳ διαίνων, ἔντερ᾽ ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Ἀριστοφάνης Προαγῶνι I 510 K':'
ἐγευσάμην χορδῆς δύστηνος τέκνων:
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
Φερεκράτης Λήροις ib. 173':'
ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ᾽ ὑός.
καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν #2# ἱστοριῶν c. 59 Hu'.' Στησίχορός τέ φησιν ἐν Συοθήραις fr. 14 B':'
κρύψαι δὲ ῥύγχος
ἄκρον γᾶς ὑπένερθεν.
ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπ᾽ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ I 679 K' 'κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως:
καὶ ταῦτ᾽ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν.
καὶ Ἀραρὼς Ἀδώνιδι II 215 K':'
γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: