ἐν ταῖς θριδακίναις ταῖς κάκιστ᾽ ἀπολουμέναις,καὶ Καλλίμαχος δέ φησιν ῾fr. 371 Schn.' 'ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ᾽ ἐν Ἀστύτοις φησί ῾II 169 K':'
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ᾽ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθ᾽ ὅλην τὴν νύκτ᾽ ἂν οὐδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
μὴ παρατίθει <σύ> μοι θριδακίνας, ὦ γύναι,Κρατῖνος δέ φησι ῾I 110 K' 'Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘καλαῖς θριδακίναισ᾽ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ᾽ ὁ νεώτερος ῾scr. Al. M. p. 46' 'ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ ῾fr. 135' 'τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ᾽ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα: διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια: ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις:
ὥστ᾽ ἐστὶ νεκύων βρῶμα.