previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον: κλαίουσι δ᾽ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν. καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. γελοῖον γάρ ἐστιν αὐτὸν <τὸν> εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις. καὶ τοῖς δειπνοῦσι δ᾽ ἂν εἴποι τοιοῦτος B 381':'
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
τῷ γὰρ τοιούτῳ οἶκος Soph. OT 4' '
ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
τούτων λεχθέντων ἔφη τις τῶν παρόντων: ‘παραιτητέον εἰς ταῦτ᾽ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ‘ἀτελὲς γὰρ δεῖπνον οὐ ποιεῖ παροινίαν,' ὡς Ἄμφις φησὶν ἐν Πανί II 244 K',' οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων II 354 K':'
φιλεῖ γὰρ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ᾽ ἡμέραν ποιεῖν
σκῶψιν, σκῶψις δὲ λυπεῖ πλεῖον τέρπει πολύ.
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ᾽: ἂν δ᾽ εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας: ἤδη λοιδορεῖσθαι λείπεται,
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως: καὶ τί μάντεως ἔδει;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: