πτώσσουσαν ὥστε πέρδικα.οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς ῾fr. 301 N':'
ὄρνιθος ἦλθ᾽ ἐπώνυμοςΦερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα ῾I 192 K':'
πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.Φρύνιχος Τραγῳδοῖς ῾I 384 K':'
τὸν Κλεόμβροτόν τε τοῦτὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι ῾I 779 K':'
Πέρδικος υἱόν.
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.Ἐπίχαρμος δ᾽ ἐν Κωμασταῖς βραχέως ῾p. 244 L':'
σηπίας τ᾽ ἆγον νεούσας πέρδικάς τε πετομένους.φησὶ δ᾽ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε ῾p. 287 R':' ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί: εἶτα καὶ αὐτὸς ἐξίπταται.