previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ: καὶ Θεόπομπος γὰρ ἐν τῇ θ# τῶν Φιλιππικῶν FHG I 301' 'φησιν: ‘Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ᾽ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ᾽ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.' ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος Δελφός FHG IV 413',' ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ᾽ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Θεόπομπος δ᾽ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν FHG I 308' '‘τοὺς Θεσσαλούς, φησίν, εἰδὼς Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο καὶ [γὰρ] ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων ῾ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθ᾽ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσἰ, πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ταῖς δωρεαῖς.' τὰ παραπλήσια ἐποίει καὶ Σικελιώτης Διονύσιος, ὡς Εὔβουλος κωμῳδιοποιὸς παρίστησιν ἐν τῷ τοῦ τυράννου ὁμωνύμῳ δράματι II 173 K':'
ἀλλ᾽ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος
καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ
ἑαυτὸν εὐόργητος: ἡγεῖται <δὲ> δὴ
τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος .

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: