καὶ γὰρ βούλομαιὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι ῾I 234 K' 'φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις ῾II 348 K':'
ὕδατός σε γεῦσαι: πρᾶγμα δ᾽ ἔστι μοι μέγα
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
εἶτ᾽ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸνΔεξικράτης δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν ῾IV 571 M':'
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
ἐράνους φέροντες οὐ φέρομεν ἀλλ᾽ ἢ κακῶς.
τακτῆς τροφῆς δὲ τῆς καθ᾽ ἡμέραν πάλιν
γλιχόμεθα: τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δ᾽ ὄψον ἂν μὴ θερμὸν ᾖ, διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δ᾽ ἐκβακχεύομεν.
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ᾽ αἰεί,
ἐπὰν γένηται δ᾽, ὡς τάχιστ᾽ ἔχειν τέλος.
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρονΕὐθυκλῆς δ᾽ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ ῾I 805 K':'
ἐπίσταμ᾽ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ ...
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ᾽ ὠνία:οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν ῾2, 1, 30'.' Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις ῾fr. 11 M' ' καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε, διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον [ὀρύγματα] τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.
πρῶτον δ᾽ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.