previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολυπότης δὲ ἦν καὶ Ἀντίοχος βασιλεὺς κληθεὶς Ἐπιφανής, ὁμηρεύσας παρὰ Ῥωμαίοις, ὃν ἱστορεῖ Πτολεμαῖος Εὐεργέτης ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων κἀν τῷ πέμπτῳ FHG III 186' 'φάσκων αὐτὸν εἰς τοὺς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ᾽ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε: ‘τίνι τύχη δίδωσι, λαβέτω.' καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδιωτῶν τοὺς ἀκολουθοῦντας αὐτῷ ἐλούετο δὲ καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος, ὅτε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφημακάριος εἶ, βασιλεῦ, πολυτελὲς ὄζεις.' καὶ ὃς ἡσθεὶςἐγώ σε, φησίν, ὑπέρκορον τούτου ποιήσω.' καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου τε γενομένου αὐτός τε Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δ᾽ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ c. 1' 'τῶν ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις: ‘οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων, φησί, αἴσθοιτό τινας συνευωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: