previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λικύμνιος δ᾽ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. λέγει δ᾽ οὕτως fr. 3 B':'
Ὕπνος δὲ χαίρων
ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν
κοῦρον.
καὶ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν fr. 29 B':'
στᾶθι κἄντα, φίλος,
καὶ τὰν ἐπ᾽ ὄσσοις ἀμπέτασον χάριν.
δ᾽ Ἀνακρέων τί φησίν fr. 4 B';
παῖ παρθένιον βλέπων,
δίζημαί σε, σὺ δ᾽ οὐ κλύεις,
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
ψυχῆς ἡνιοχεύεις.
δὲ μεγαλοφωνότατος Πίνδαρος fr. 123 B4':'
τὰς δὲ Θεοξένου, φησίν, ἀκτῖνας <πρὸς> ὄσσων μαρμαριζοίσας δρακεὶς
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
σιδάρου κεχάλκευται μέλαιναν <καρδίαν>
ψυχρᾷ <φλογί>.
δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε fr. 8 B':'
καλλιπρόσωπε,
χρυσεοβόστρυχε [Γαλάτεια], χαριτόφωνε, θάλος
Ἐρώτων.
τυφλὸς ἔπαινος καὶ κατ᾽ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ fr. 5 B4':'
Εὐρύαλε, γλυκέων Χαρίτων θάλος, ...
καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις
τ᾽ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν.
Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη fr. 2 B' '‘λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.' —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: