previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΟΛΒΟΙ. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων II 166 K':'
θερμότερον κραυρότερον μέσως ἔχον,
τοῦτ᾽ ἔσθ᾽ ἑκάστῳ μεῖζον Τροίαν ἑλεῖν.
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
οὐδ᾽ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
βολβοῖς τ᾽ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
δ᾽ εἴς τ᾽ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ᾽ ἐδαινύμην,
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
ἁλίπαστα τρία.
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι II 399 K':'
πίννας, κάραβον,
βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
τοσαῦτα: τούτων ἄν τις εὕρῃ φάρμακα
ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
Ξέναρχος <ἐν Βουκολίωνι> II 467 K':'
φθίνει δόμος
ἀσυντάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τ᾽ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν δυνατός ἐστ᾽ ἐπαρκέσαι:
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος.
Ἀρχέστρατος fr. 5 Ri':'
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τ᾽ ἄλλαις πάσῃσι παροψίσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: