previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΟΡΦΩΣ. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων 543 a 30' 'ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται μέγας ταχέως. ἐστὶ δὲ Rose p. 313' 'καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης. ἴδιον δ᾽ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν πελάγιος. ζῇ δ᾽ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ᾽ αὐτοῦ Νουμήνιός φησι fr. 7 B':'
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις
σκορπίον ὀρφὸν περιτρηχέα: τῶν γὰρ ἐπ᾽ ἄκρης...
καὶ πάλιν fr. 17 B':'
γλαύκους ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν
κόσσυφον.
Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ᾽ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ᾽ ἐν Ἰχθύσιν I 682 K':'
ἱερεὺς γὰρ ἦλθ᾽ αὐτοῖσιν ὀρφώς του θεῶν.
Κρατῖνος δ᾽ Ὀδυσσεῦσι I 59 K':'
τέμαχος ὀρφὼ χλιαρόν.
Πλάτων Κλεοφῶντι I 616 K':'
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἀριστοφάνης Σφηξίν 493':'
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ 'θέλῃ.
τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται. τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι l. s.':' ‘τέμαχος ὀρφὼ χλιαρόν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: