Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΙΧΛΑΙ καὶ ΚΟΣΣΥΦΟΙ.
διὰ τοῦ 〈
ητα〉
Ἀττικοὶ
κίχλην λέγουσι,
καὶ ὁ λόγος οὕτως ἔχει.
τὰ γὰρ εἰς
〈
λα〉
λήγοντα θηλυκὰ πρὸ τοῦ 〈
λ〉
ἕτερον 〈
λ〉
ἔχει,
Σκύλλα,
σκίλλα,
κόλλα,
βδέλλα,
ἅμιλλα,
ἄμαλλα:
τὰ δὲ εἰς 〈
λη〉
οὐκέτι,
ὁμίχλη,
φύτλη,
γενέθλη,
αἴγλη,
τρώγλη.
ὁμοίως
οὖν καὶ τρίγλη.
Κρατῖνος ῾I 106 K':'
τρίγλην δ᾽ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Διοκλῆς δ᾽ ἐν πρώτῳ Ὑγιεινῶν ‘
οἱ δὲ πετραῖοι,
φησίν,
καλούμενοι μαλακόσαρκοι,
κόσσυφοι,
κίχλαι,
πέρκαι,
κωβιοί,
φυκίδες,
ἀλφηστικός.'
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ ῾fr. 17 B':'
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ ῾p. 232 L':'
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζωικῶν ῾p. 297 R':' ‘
καὶ
τὰ μὲν μελανόστικτα,
ὥσπερ κόσσυφος,
τὰ δὲ ποικιλόστικτα,
ὥσπερ κίχλη.'
Παγκράτης δ᾽ ὁ Ἀρκὰς ἐν
ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι
καλεῖσθαι:
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
πιότατον κεφαλῇ.
Νίκανδρος δ᾽ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν
῾fr. 59 Schn':'
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.