previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶδε δὲ καὶ τὴν <τοῦ> χλιαροῦ φύσιν πρὸς τὰ τραύματα. τὸν γοῦν Εὐρύπυλον Il. 11.830' 'τρωθέντα ἐκ τούτου καταιονᾷ: καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ᾽ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν: Il. 23.149
μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ᾽ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
ῥέει εἰκυῖα χαλάζῃ
χιόνι ψυχρῇ ἐξ ὕδατος κρυστάλλῳ.
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν Ἀγαμέμνονός φησιν:

ὄφρα οἱ αἷμ᾽ <ἔτι> θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.

ἐπὶ δὲ τοῦ φεύγοντος μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησίν:

ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ.

Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησίν.

ὑδαρῆ φησὶ καὶ μετάκερας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references from this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: