previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὥς φησι Ποσειδώνιος FHG III 253',' καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν πρὸς τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δ᾽ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπιτελοῦμεν ἰδεῖν: ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, αὑτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα: καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ μετρεῖται, τὰ δ᾽ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: