previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρκαδικὸν δὲ δεῖπνον διαγράφων Μιλήσιος Ἑκαταῖος ἐν τῇ τρίτῃ τῶν Γενεαλογιῶν FHG I 28' 'μάζας φησὶν εἶναι καὶ ὕεα κρέα. Ἁρμόδιος δὲ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων FHG IV 411' '‘ κατασταθείς, φησί, παρὰ Φιγαλεῦσι σίταρχος ἔφερε τῆς ἡμέρας οἴνου τρεῖς χόας καὶ ἀλφίτων μέδιμνον καὶ τυροῦ πεντάμνουν καὶ τἄλλα τὰ πρὸς τὴν ἄρτυσιν τῶν ἱερείων ἁρμόττοντα. δὲ πόλις παρεῖχεν ἑκατέρῳ τῶν χορῶν τρία πρόβατα καὶ μάγειρον ὑδριαφόρον τε καὶ τραπέζας καὶ βάθρα πρὸς τὴν καθέδραν καὶ τὴν τοιαύτην ἅπασαν παρασκευήν, τὴν δὲ τῶν περὶ τὸν μάγειρον σκευῶν χορηγός. τὸ δὲ δεῖπνον ἦν τοιοῦτο: τυρὸς καὶ φυστὴ μᾶζα νόμου χάριν ἐπὶ χαλκῶν κανῶν τῶν παρά τισι καλουμένων μαζονόμων, ἀπὸ τῆς χρείας εἰληφότων τὴν ἐπωνυμίαν: ὁμοῦ δὲ τῇ μάζῃ καὶ τῷ τυρῷ σπλάγχνον καὶ ἅλες προσφαγεῖν. καθαγισάντων δὲ ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ προσφέρων ἂν εἶπενεὐδειπνίασ᾽. εἶτα δ᾽ εἰς τὸ κοινὸν ζωμὸς καὶ περίκομμα, πρόσχερα δὲ ἑκάστῳ δύο κρέα. ἐνόμιζον δ᾽ ἐν ἅπασι τοῖς δείπνοις, μάλιστα δὲ τοῖς λεγομένοις μαζῶσιτοῦτο γὰρ ἔτι καὶ νῦν Διονυσιακὴ σύνοδος ἔχει τοὔνοματοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμόν τ᾽ ἐγχεῖν πλείω καὶ μάζας καὶ ἄρτους παραβάλλειν. γενναῖος γὰρ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης ὑπάρχειν: θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ᾽ αὐτοῖς πολυφαγία. μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ᾽ ἀποματτόμενοι τοῖς ψωμοῖς καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων. ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾁδεται. ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία μεγάλη γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων: οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν.' Θεόπομπος δ᾽ ἐν τῇ ἕκτῃ καὶ τεσσαρακοστῇ τῶν Φιλιππικῶν FHG I 319' '‘οἱ Ἀρκάδες, φησίν, ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: