ἄριστ᾽ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν ῾II 566 K':'
Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι.
Β. πῶς ἂν βάλοιμ᾽ Εὐριπίδην; Α. οὐκ ἄν ποτε
Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς,
ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;
τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι:
‘ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
ὄλοιτο, νόστου μή ποτ᾽ εἰς πάτραν τυχών.'
Β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι
μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;καὶ ἑξῆς:
Β. οὐκ ἀλλ᾽ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ
ὥσπερ τὰ παιδί᾽ αὑτὸν ἀπογαλακτιεῖ.
τότε φάγοις, παράσιθ᾽. Β. ὅρακἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν ῾II 562 K':'
ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ᾽ ὅτι
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.