previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν fr. 1 B4':'
ἦρι μὲν αἵ τε Κυδώνιαι
μηλίδες ἀρδόμεναι ῥοὰν
ἐκ ποταμῶν, ἵνα παρθένων
κῆπος ἀκήρατος, αἵ τ᾽ οἰνανθίδες
αὐξόμεναι σκιεροῖσιν ὑφ᾽ ἕρνεσιν
οἰναρέοις θαλέθοισιν: ἐμοὶ δ᾽ ἔρος
οὐδεμίαν κατακητος ὥραν, ἅθ᾽ ὑπὸ στεροπᾶς φλέγων
Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
μανίαισιν ἐρεμνὸς
ἀθαμβὴς ἐγκρατέως
παιδόθεν φυλάσσει
ἡμετέρας φρένας.
καὶ Πίνδαρος δ᾽ οὐ μετρίως ὢν ἐρωτικός φησιν fr. 127 B':'
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν:
μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
διόπερ καὶ Τίμων ἐν τοῖς Σίλλοις ἔφη fr. 59 W':'
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
καὶ μὴ ἀναμένειν ἔστ᾽ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον ibid' '
ἡνίκ᾽ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν fr. 123 B';
χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
σὺν ἡλικίᾳ:
τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας
δρακεὶς
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
ψυχρᾷ φλογί, πρὸς δ᾽ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου
περὶ χρήμασι μοχθίζει βιαίως γυναικείῳ θράσει
ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.
ἀλλ᾽ ἐγὼ τᾶσδ᾽ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ
ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ᾽ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
ἐν δ᾽ ἄρα καὶ Τενέδῳ Πειθώ τ᾽ ἔναιεν
καὶ Χάρις υἱὸν Ἀγησιλάου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: