previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΗΠΙΑ. Ἀριστοφάνης Δαναίσι I 436 K':'
καὶ ταῦτ᾽ ἔχοντα σηπίας καὶ πουλύπους.
ὡς αἰτίας παραλήγουσα παροξύνεται, ὡς Φιλήμων ἱστορεῖ, ὁμοίως καὶ ταῦτα: παιδία, ταινία, οἰκία. τὴν σηπίαν δὲ Ἀριστοτέλης p. 320 R' 'πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ <τὸ> στόμα. ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ. ἐν δὲ τῇ μύτιδι θολός ἐστιν: αὕτη δὲ κεῖται παρ᾽ αὐτὸ τὸ στόμα κύστεως τόπον ἐπέχουσα. ἐστὶ δ᾽ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δ᾽ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμιὰς καὶ ταύταις θηρεύουσαι. λέγεται δ᾽ ὡς ὅταν χειμὼν γένηται τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν: ἂν δ᾽ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ᾽ σηπία, καθάπερ οὐδ᾽ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων 541 b 12. 544a 1' '‘αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις: ἐφαρμόττουσιν δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσιν πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ τίκτουσι πᾶσαν ὥραν καὶ κυίσκονται πεντεκαίδεκα ἡμέραις. ὅταν δὲ τέκωσι τὰ ᾠά, ἄρρην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καί ἐστιν ἄρρην τῆς θηλείας ποικιλώτερός τε καὶ μελάντερος τὸν νῶτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: