previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων
καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς fr. 2 B':'
μὲν Ἀθάνα
τὤργαν᾽ ἔρριψέν θ᾽ ἱερᾶς ἀπὸ χειρὸς
εἶπέ τ᾽ἔρρετ᾽ αἴσχεα, σώματι λύμα,
ἐμὲ δ᾽ ἐγὼ κακότατι δίδωμι.
πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη: ‘ἀλλ᾽ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶςfr. 1 B':'
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον
δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
αὖθις ἐκ χερῶν βαλεῖν,
νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,
παρθενίαν ἄγαμον καὶ ἄπαιδ᾽ ἀπένειμε Κλωθώ;
ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι:
ἀλλὰ μάταν ἀχόρευτος
ἅδε ματαιολόγων φάμα προσέπταθ᾽ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει:
ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε, σεμνᾶς
δαίμονος ἀερόεν πνεῦμ᾽ αἰολοπτερύγων σὺν ἀγλαᾶν
ὠκύτατι χειρῶν.
κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις fr. 2':'
Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,
Λυδὸν ὃς ἥρμοσε πρῶτος
Δωρίδος ἀντίπαλον μούσης νόμον, αἰολον ὀρφναι
πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: