previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ αὐτὸς οὗτος βασιλεὺς Polyb. 31, 3' 'ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπὸ αὐτοῦ ἐπὶ Δάφνης: ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ᾽ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. καθηγοῦντό τινες Ῥωμαικὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἀλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι: μεθ᾽ οὓς Μυσοὶ πεντακισχίλιοι. συνεχεῖς δ᾽ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες: οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τεσσαράκοντα. τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι, πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δ᾽ ἄλλοι ἀργυροφάλαροι. μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι ἑταῖροι ἱππεῖς: οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ χιλίους. τελευταία δ᾽ ἦν κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορία τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις: ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι. πάντες δ᾽ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τεσσαράκοντα: ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς: καθ᾽ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: