ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
οὐκ ἔστι παίζειν οὐδ᾽ ἃ μεμάθηκας ποιεῖν.
ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι
κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ᾽ ἦσαν κενοί:
ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων,
ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν
εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ᾽ αἰσθάνῃ,
ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
ὁ καιρὸς εὐκτός: ὠφελοῦ. φιλάργυρος
ὁ γέρων, ὁ μισθὸς μικρός: εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
ἀπόλωλας. εἴσω πάραγε: καὶ γὰρ αὐτὸς οὑτοσὶ
προσέρχεθ᾽ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δ᾽ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος
ἀκούσατε οἷα παραινεῖ ῾IV 492 M':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.