δικαιοσύνας τὸ χρύσεον πρόσωπον.καὶ πάλιν ῾Soph. fr. 11 N':'
τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα: ὥστε παρ᾽ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκώμασαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν: ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς.'