ὁ δὲ μονοσιτῶν κεῖται παρ᾽ Ἀλέξιδι ῾II 396 K':'Πλάτων ῾I 658 K':' ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.' ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα. Ἀραρώς ῾II 217 K':'
ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ᾽ ἴδῃς
ἢ μὴ ποθοῦντ᾽ ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
τὴν ἡμίσειαν: ζῶσι δ᾽ ἀμφότεροι μόλις.
τὰ κομψὰ μὲν <δὴ> ταῦτα νωγαλεύματα.Ἄλεξις ῾II 398 K':'
Θασίοις οἰναρίοιςἈντιφάνης ῾II 38 K':'
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα.ἀπόσιτον δ᾽ εἴρηκε Φιλωνίδης ῾I 255 K',' αὐτόσιτον δὲ Κρώβυλος ῾IV 565 M':' ‘παράσιτον αὐτόσιτον.' ἀναρίστητον δ᾽ εἴρηκεν Εὔπολις ῾I 273 K'.' ἀναγκόσιτον δὲ Κράτης ῾I 143 K'.' καὶ Νικόστρατος δέ ῾II 228 K':'
μειράκιον .. κατὰ τύχηνἀριστόδειπνον δ᾽ εἶπεν Ἄλεξις ῾II 402':'
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
ἀφ᾽ ὧν γένοιτ᾽ ἂν ἡμῖν σύντομον
ἀριστόδειπνον.