τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ἐν τοῖς
περὶ ὕλης, ὡς αἱ ἐγχέλεις εὐχυλότεραι πάντων εἰσὶν
ἰχθύων καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων:
πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι. ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ ῾p. 305 R' 'τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν
αὐταῖς ἐπιχεῖν: πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ
οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ, ἵνα ἀποπνίγωνται.
λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ
τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἀν τοῖς χειμῶσιν
ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτ᾽ ἀφιᾶσι
γλοιῶδες ἐξ αὑτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται. λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς
μὲν νέμονται, ἡμέρας δ᾽ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσί
τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν
ὁ Ἀριστοτέλης ἱστορεῖ ῾h. an. 6, 16 p. 570 a 3. 15—17. 20'
'γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζωοτοκούσας
ἀλλ᾽ οὐδὲ ἐξ ὀχείας, ἀλλ᾽ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι
σήψεως γινομένης: καθάπερ καὶ ἐπὶ τῶν καλουμένων
τῆς γῆς ἐντέρων λέγεται. διὸ καὶ Ὅμηρον τῆς τῶν
ἰχθύων φύσεως χωρίζοντα τάδε εἰπεῖν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.