previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔθος δὲ παρ᾽ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρ᾽ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκοπαίους, ὥς φησιν Τίμαιος om. FHG',' τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων FHG III 188',' ζητοῦσιν συνωνεῖσθαι πιθήκους: ‘παρ᾽ ὑμῖν, οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία; παιδίοις γὰρ ἔχαιρεν Μασσανάσσης καὶ εἶχεν παρ᾽ αὑτῷ τρεφόμενα τῶν υἱῶν ῾πολλοὶ δὲ ἦσαν̓ τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως. καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν: μεθ᾽ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. τὰ δ᾽ αὐτὰ ἔφη καὶ Εὔβουλος κωμικὸς ἐν Χάρισιν οὕτως II 205 K':'
καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν
ἄνθρωπον ἔστ᾽ ἄνθρωπον, ἂν ἔχῃ βίον,
χῆνα πλατυγίζοντα καὶ κεχηνότα
στρουθὸν πίθηκον, ἐπίβουλον κακόν.
καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. ἀλλ᾽ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: