previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φιλομεῖραξ δὲ ἦν Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως FHG II 46':' ‘Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ᾽ οἶνον καὶ δεξιῷ. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς τὸν οἶνον ἐγχέων παῖς .... ἐὼν δῆλος ἦν εἶπέ τε: ‘βούλει με ἡδέως πίνειν; φάντος δ᾽ αὐτοῦβραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα.' ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον: ‘ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας fr. 2 B4':'
λάμπει δ᾽ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.'
καὶ πρὸς τόδε ἠμείφθη Ἐρετριεὺς Ἐρυθραῖος γραμμάτων ἐὼν διδάσκαλος: ‘σοφὸς μὲν δὴ σύ γε εἶ, Σοφόκλεις, ἐν ποιήσει: ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν ἄν.' γελάσας ἐπὶ τῷ Ἐρετριεῖ Σοφοκλῆς: ‘οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι fr. 72 B4':'
πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,
οὐδ᾽ ποιητής, ἔφη, <> λέγων χρυσοκόμαν Ἀπόλλωνα Pind. ol. 6, 41':' χρυσέας γὰρ εἰ ἐποίησεν ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ φὰς ῥοδοδάκτυλον: εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν <ἄν>.' γελασάντων δὲ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιραπίξει, δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. φάντος δὲ καθορᾶνἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο δάκτυλός σευ.' προσαγαγόντος δ᾽ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ὡς δ᾽ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ‘μελετῶ, εἶπεν, στρατηγεῖν, ἄνδρες: ἐπειδήπερ Περικλῆς ποιεῖν μέν <με> ἔφη, στρατηγεῖν δ᾽ οὐκ ἐπίστασθαι. ἆρ᾽ οὖν οὐ κατ᾽ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα; τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι [ἢ πράσσοι]. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ᾽ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: