ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις ῾ib. 325':'Ἀναξανδρίδης δὲ ἐν Ὕβρει ῾ib. 157':'
οἶμαί γ᾽ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ.
ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν,
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἳ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος Ἀνεψιοῖς ῾III 20 K':'
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί:Νικόστρατος ἐν Πατριώταις ῾II 226 K':'
δεῖ τ᾽ οὐχὶ σείειν, ἀλλ᾽ ἀποσείειν αὐτόθεν.
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνωνΦιλιππίδης Συμπλεούσαις ῾III 306':'
ἄν τ᾽ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἄν τ᾽ ὄξος, ἀπέπεμψ᾽ ὁ κατάρατος δοὺς ὕδωρ.
ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;