ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ᾽ ὑπερβολῇΚλέαρχος δέ φησι ῾FHG II 309' 'Φιλόξενον προλουόμενον <ἐν> τῇ πατρίδι κἀν ἄλλαις πόλεσι> περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων [καὶ] φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα: ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν ἐμβάλλοντα ὧν ἐστι χρεία, κἆθ᾽ οὕτως <εἰς ἑαυτὸν> κύψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν: καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾁσας ὑμέναιον, οὗ ἡ ἀρχὴ ‘Γάμε θεῶν λαμπρότατε᾽ ῾III 614 B4',' πάντας ἐψυχαγώγησεν: ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος ‘Φιλόξενε, εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις:' καὶ ὁ Φιλόξενος ‘ἂν ὄψον, ἔφη, μὴ πωλῇ τις.'
τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
καὶ τὸν λάρυγγ᾽ ἥδιστα πυριῶ τεμαχίοις.
Β. κάμινος, οὐκ ἄνθρωπος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες
πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός
φησιν: ‘ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς
γινομένοις ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε
χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ
θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως
δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ
αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν
λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.' τὰ δ᾽ αὐτὰ
καὶ περὶ τοῦ Κυθηρίου Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ
τῷ κωμικῷ φησιν ῾IV 568 M':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.