οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίαςΠλάτων τ᾽ ἐν Φαίδρῳ φησί ῾p. 240 b':' ‘κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον.' Θεόφραστος δ᾽ ἐν τῷ περὶ κολακείας ῾fr. 83 W' 'φησίν, ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν: ‘οὐ χορεύσεις ἐνθάδε οὐδ᾽ ἁμῶν ἀκούσει.' Δίφιλος δ᾽ ἐν Γάμῳ φησίν ῾II 547 K':'
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθ᾽ ὃ μὲν λέμμ᾽ ἐστίν, ὃ δ᾽ ἕτερον δάκνει.
ὁ γὰρ κόλαξδιὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ ῾FHG I 310'.'
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς
πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,
αἱ κρίσεις θ᾽ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.