Δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘παρὰ τίνι κεῖται τὸ τακερόν;᾽ ὁ Οὐλπιανὸς ἔφη. ‘καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν ῾p. 246 L':' ‘ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.' καὶ ἐν Κύκλωπι ῾p. 243 L':'
χευάντων: μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται ῾Od. 4.213'
χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.μάθετε δὲ καὶ τοῦτο παρ᾽ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ᾽ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ᾽ ἐν Κωρύκῳ τις ἄλλος κύων ῾II 66 K':'
τῶν θαλαττίων δ᾽ ἀεὶὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ᾽ αὑτὸ κατασκευάζονται ὀξύγαρον.'
ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.
...... ἐπὶ δὲ τούτοις πίνομεν
οἰνάριον, ἧδος νὴ Δί᾽ οἰκίας τρόπον.
Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει
ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.