Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον
ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης
περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ‘καὶ
πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς
μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς
ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου
Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς
μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν ῾Tim.
p. 17a' '‘εἷς, δύο, τρεῖς: ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε
Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ᾽ ἑστιατόρων;᾽ ἔπειτ᾽ ἄλλος ἀπεκρίνατο ‘ἀσθένειά τις αὐτῷ
ξυνέπεσεν, ὦ Σώκρατες.' διεξήρχοντό τε τοῦ διαλόγου
τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς
εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον
ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ᾽ ἐκείνῳ ἑστιάσεις. οἱ
δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ᾽ ἐκμανθάνοντες οὐκ
ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.' καὶ ὁ παῖς ἐπὶ
τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς ‘τί τοιοῦτον εὑρήκασιν,
ἔφη, ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἢ ἐπιμετρίους ἐμαυτὸν
ἄγω οὐ μεγαλαυχούμενος ἐπ᾽ ἐμαυτῷ; καίτοι καὶ ὁ
πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων
Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος
ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος ῾IV 545 M':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.