previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φύονται δὲ οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι: οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη p. 275 L':'
οἷον αἱ μύκαι ἄρ᾽ ἐπεσκληκότες πνιξεῖσθε.
Νίκανδρος δ᾽ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων fr. 78 Schn':'
ἐχθρὰ δ᾽ ἐλαίης
ῥοιῆς τε πρίνου τε δρυός τ᾽ ἄπο πήματα κεῖται,
οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
φησὶ δὲ καὶ ὅτι
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,
φύσονται πυθμέσσιν ἀκήριοι: ὧν σὺ μύκητα
θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
[τὰ δ᾽ ἄλλα οὐκ ἦν ἀναγνῶναι]
καί τε μύκητας ἀμανίτας τότ᾽ ἐφεύσεις,
φησὶν αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. Ἔφιππος II 263 K':'
ἵν᾽ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Ἐπαρχίδης Εὐριπίδην φησὶ FHG IV 404' 'τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα fr. 2 B4':'
τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων,
ἆρ᾽ εἶδες τοιόνδ᾽ ὄμματι πρόσθε πάθος;
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
Διοκλῆς Καρύστιος ἐν α# Ὑγιεινῶν φησιν: ‘ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.' —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: