θήσειόν θ᾽ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν ῾I 183 K':'
Λευκερέης ἱερὸν περικαλλέος, ὅ ῥα μάλιστα
φίλατο.
ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ᾽ ὑάκινθον,ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν ῾ib. 177':'
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς:
ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα,
γελῶν δ᾽ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.
ὑπ᾽ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντεςἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον. κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν ῾ib. 145':'
ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
κἀνθρύσκου μαλακῶν τ᾽ ἴων λείμακα καὶ τριφύλλου.
λουσάμενοι δὲ πρὸ λαμπρᾶςκαὶ Κρατῖνος ἐν Μαλθακοῖς ῾ib. 43':'
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἳ δ᾽ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξί τ᾽ ἠριναῖς
ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκ<ου ........ ναρκ>ίσσου φόβῃ
τῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι:
καὶ .. κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.