previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶςοὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες:' ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δ᾽ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δ᾽ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ᾽ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι ἔφη, μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δ᾽ ἐν τῷ κύφωνι δεδεμένους δύοὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι.' πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ᾽ αὐτῷ περὶ ἁρμονίας ἔφη:
ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ᾽ ὡς ἦγον καὶ ἠρώτων, ‘κατὰ τὸ καπηλεῖον᾽, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι Μαρώνεια. τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ‘ἄνω, ἔφη, ὡς οἱ ἐρυγγάνοντες.' τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: