previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔπινον [οἱ] πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς Δελφὸς Ἡγήσανδρος φησίν FHG IV 418'.' Ἐπίνικος γοῦν, Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν, ἐν αἷς ἐγέγραπτο ὡς Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα IV 505 M':'
ἐπ᾽ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν πραγμάτιον σφόδρ᾽ εὐτελές,
σεμνὸν δύναται τοῦθ᾽ δύναμις 'μὴ ποιεῖν.
γέροντα Θάσιον τόν τε γῆς ἀπ᾽ Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
κατῃσίμωσα πῶμα, καύματος λύσιν.'
δ᾽ αὐτὸς ἱστορεῖ κἀν Θηράσι ταῖς νήσοις ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: