Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΠΕΡΣΙΚΑ. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός,
γράφει καὶ τάδε: ‘ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου,
τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου
δ᾽ ἥκιστα: καὶ πάλιν ῥόας, ἀπίου, μηλέας.' Δίφιλος
δ᾽ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς
νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν φησι: ‘τὰ δὲ Περσικὰ
λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα,
μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.'
Φυλότιμος δ᾽ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν
φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον
δ᾽ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀνιέναι.
Ἀριστοφάνης δ᾽ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις ῾p. 188 N' 'τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν
ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.