previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλείδης δ᾽ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς τάδε λέγει: ‘οἱ τύραννοι καὶ οἱ βασιλεῖς πάντων ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὸ τρυφᾶν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων: ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει: τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν: διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις. καὶ Ἀθηναίων πόλις, ἕως ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ᾽ ὑπέδυνον χιτῶνας, κορύμβους δ᾽ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν: ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ οὗτοι ἦσαν [οἱ τοιοῦτοι] οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἶναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων fr. 71 B4':'
τίς γὰρ ἁδονᾶς ἄτερ θνητῶν βίος ποθεινὸς ποία
τυραννίς;
τᾶς [δ᾽] ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών.
Πίνδαρος <δὲ> παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι fr. 126 B4':'
μηδ᾽ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ: πολύ τοι
φέριστον ἀνδρὶ τερπνὸς αἰών.
καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν Od. 9.5' 'εἶναι χαριέστερον, ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας Z 138'—᾽τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνωςὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν περὶ τὸ ζῆν ταλαιπωρία καὶ πόνος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Homer, Odyssey, 9.5
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: