previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει μὴ προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων II 41 K':'
οἴμοι περιπλοκὰς
λίαν ἐρωτᾷς. Β. ἀλλ᾽ ἐγὼ σαφῶς φράσω:
τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,
ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι
γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,
τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,
τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω
ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως:
ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς:
ἅλμης δ᾽ ἐχρῆν τι παραφέρειν ποτήριον.
Β. οἶσθ᾽ οὖν ὅπως δεῖ τοῦτό σ᾽ ἐκπιεῖν; Α. ἐγὼ
κομιδῇ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά
<σου>—
Β. οὔκ, ἀλλ᾽ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
ἕλκειν ἀπνευστί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: