previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι
I 209 K':'
λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον:
εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός.
γῆ δ᾽ ἔφερ᾽ οὐ δέος οὐδὲ νόσους, ἀλλ᾽ αὐτόματ᾽ ἦν τὰ δέοντα:
οἴνῳ γὰρ ἅπασ᾽ ἔρρει χαράδρα, μᾶζαι δ᾽ ἄρτοις ἐμάχοντο
περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν,
εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ᾽ ἰχθύες οἴκαδ᾽ ἰόντες
ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ᾽ ἐπὶ ταῖσι τραπέζαις.
ζωμοῦ δ᾽ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων:
ὑποτριμματίων δ᾽ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
ὥστ᾽ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ᾽ ἁπαλὴν καταπίνειν.
λεκανίσκαισιν δ᾽ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα,
ὀπταὶ δὲ κίχλαι μετ᾽ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο:
τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός.
μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον.
οἱ δ᾽ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: