previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δ᾽ ἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις II 314 K':'
πρότερον μὲν εἰ πνεύσειε βορρᾶς νότος
ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν
οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι
τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος.
ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
φέρων ἅπαν τὸ ληφθέν: ὥστε γίγνεται
ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν μάχη.
Ἀντιφάνης δ᾽ ἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί II 20 K':'
τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ,
ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν
εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σε
Δωριάς, ἀλλ᾽ οὐ σηπίας εἰληφέναι.
τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας
ἀπόδος: παχύς γε νὴ Δί᾽. Ζεῦ, τίς ποτε,
Καλλιμέδων, σὲ κατέδετ᾽ ἄρτι τῶν φίλων;
οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς.
ὑμᾶς δ᾽ ἔταξα δεῦρο πρὸς τὰ δεξιά,
τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους:
κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν.
καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας
ἔχοντ᾽ ἀκάνθας τουτονὶ τίς λήψεται
πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί,
ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται.
καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα
ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει.
ἀνδρῶν δ᾽ ἄριστον Κωβιὸν πηδῶντ᾽ ἔτι
πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ:
ἁδρὸς γάρ ἐστιν. ἀλλ᾽ ὅμως οὐ γεύσεται:
ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ.
ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα
χωρὶς Θεανοῖ δεῦρ᾽ ἔθηκ᾽ ἀντιρρόπους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: