previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων II 76 K':'
οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
σήπονθ᾽, ἕωλοι κείμενοι δύ᾽ ἡμέρας
τρεῖς. μόλις δ᾽ ἐάν ποτ᾽ ὠνητὴν τυφλὸν
λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
τούτῳ: κομίσας δ᾽ ἐξέβαλεν ... οἴκαδε,
τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ἐν δὲ Φιλοθηβαίῳ φησίν II 107 K':'
οὐ δεινόν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
τοῦτον σκυθρωπάζοντά θ᾽ ἡμῖν προσλαλεῖν,
ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν:
τὸν μὲν γελᾶν, τὸν δ᾽ ἕτερον οἰμώζειν μακρά.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησίν II 330 K':'
νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους: <Β. φόρους> μόνον; οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: