previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ I 156 K':'
νυνὶ δ᾽ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
ἔγχει τ᾽ ἐπιθεὶς τὸν ἡθμόν.
ταῦτα δ᾽ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ᾽ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν τίθεται τόπῳ τὰ ποτήρια, κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ᾽ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε fr. 124 B':'
Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ᾽ ἀοιδᾶν
τοῦτό <τοι> πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
συμπόταισίν τε γλυκερὸν
καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
κέντρον ...
αἱ δ᾽ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν Ἀμόργιος fr. 27 B4':'
αὐτὴ δὲ φοξίχειλος <Ἀργείη κύλιξ>,
εἰς ὀξὺ ἀνηγμένη, οἷοί εἰσιν οἱ ἄμβικες καλούμενοι. τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου B 219':'
φοξὸς ἔην κεφαλήν.
καὶ ἔστιν οἷον φαοξός, πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: