κάτοπτρον ῾γὰῤ εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦδιὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν γοῦν ὁ Γρύλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννον ‘τί δή, ἔφη, ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν;᾽ καὶ ὁ Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα ῾fr. 655 N' '
(Aesch. fr. 384 N'.'
τὸ πρὸς βίανὅθεν εἴρηται καὶ τὸ
πίνειν ἴσον [κακὸν] πέφυκε τῷ διψῆν βίᾳ.
οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.Σθένελός τε ὁ ποιητὴς οὐ κακῶς εἴρηκεν:
οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.ὁ δὲ Φωκυλίδης ἔφη ῾fr. 11 B':'
χρὴ δ᾽ ἐν συμποσίῳ κυλίκων περινισομενάωνἔτι δὲ καὶ νῦν τοῦτο παραμένει παρ᾽ ἐνίοις τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς.
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.