τἀρωτίκ᾽ ἐκμεμάθηκα ταῦτα παντελῶςὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε ..... παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος ῾l. s'.' τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη: καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν: φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος: καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ προβαλλόμενος τὸ σαρκίον ἐπλησίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ λέγων ὧδε ῾II 312 K':'
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
γεγένηται δ᾽, ὡς λέγουσιν, κἀν Σάμῳκαὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησίν ῾ib. 521':'
τοιοῦθ᾽ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ θ᾽ αὑτὸν τῷ νεῷ.
ἀλλ᾽ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲΚτησικλέους δ᾽ ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν Ἀδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ Ἀγαλματοποιῶν. Πολέμων δὲ ἢ ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν ῾fr. 28 Pr' '‘ἐν Δελφοῖς, φησίν, ἐν τῷ Σπινατῶν θησαυρῷ παῖδές εἰσιν λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι καὶ τῆς ὁμιλίας ... καταλιπεῖν στέφανον. φωραθέντος δ᾽ αὐτοῦ τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι ἀφεῖναι τὸν ἄνθρωπον: δεδωκέναι γὰρ αὐτὸν μισθόν.'
ἄνθρωπος ἠράσθη τις: εἶτ᾽ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν.