previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΔΑΚΤΥΛΩΤΟΝ ἔκπωμα οὕτως καλούμενον παρὰ Ἴωνι ἐν Ἀγαμέμνονι fr. 1 N':'
οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος
ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί,
Πελίου μὲν ἆθλον, Κάστορος δ᾽ ἔργον ποδῶν.
Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν: ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἷον δακτύλους, τὸ ἔχον ἐξοχὰς οἷα τὰ Σιδώνια ποτήρια, τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικόν Il. 21.267':' ‘ἄπυρον κατέθηκε λέβητα,' τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας. περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν: περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ FHG I 285'.' ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας Ἰωλκός, ἐν ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη. ‘βέλτιον δὲ λέγειν, φησὶν Δίδυμος ἐν τῷ τοῦ δράματος ἐξηγητικῷ p. 89 Schm',' ὅτι παρήκουσεν Ὁμήρου λέγοντος:

πέμπτῳ δ᾽ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.

ἔδοξε γὰρ ἔκπωμα εἶναι: ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ᾽ οἷον κύκλῳ τὴν φιάλην κοιλότητας ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας: οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ᾽ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην.' Φιλήμων δ᾽ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν Γλώτταις προθεὶς καλπίς φησι: ‘δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ἐστιν οἷόν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. οἳ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: